Μήνυμα Κύπρου για τον Αρχιεπίσκοπο

ImageΜήνυμα απέστειλε ο Αρχιεπίσκοπος Κύπρου Χρυσόστομος για την εκλογή του Ιερωνύμου

Χαρᾶς πολλῆς ἐνέπλησεν ἡμᾶς τό εὐάγγελον ἄγγελμα τῆς ἐκλογῆς τῆς Ὑμετέρας  λίαν ἀγαπητῆς Σεβασμιότητος ὡς Ἀρχιεπισκόπου Ἀθηνῶν καί πάσης Ἑλλάδος.

 

Ὅλῃ ψυχῇ καί καρδίᾳ συγχαίροντες τῇ Ὑμετέρᾳ περισπουδάστῳ Σεβασμιότητι ἐπί τῷ εὐτυχεστάτῳ τούτῳ γεγονότι, ὁλοθύμως δεόμεθα τοῦ Παντοδυνάμου Θεοῦ ἵνα διαφυλάττῃ Αὐτήν ἐν ὑγιείᾳ ἀδιαπτώτῳ ἐπί μήκιστον, ἐπιδαψιλεύῃ Αὐτῇ πλουσίας τάς δωρεάς καί εὐλογίας Αὐτοῦ καί ἐνισχύῃ Αὐτήν δαψιλῶς ἐν τῇ νέᾳ πρωθιεραρχικῇ Αὐτῆς διακονίᾳ, ἐπ’ ἀγαθῷ τοῦ αὐτόθι χριστεπωνύμου πληρώματος.

 

Ἀπονέμομεν δ’ Αὐτῇ τόν ἐν Χριστῷ ἀδελφικόν ἀσπασμόν.

 

Ἐν τῇ Ἱερᾷ Ἀρχιεπισκοπῇ Κύπρου,

 

τῇ 7ῃ Φεβρουαρίου 2008.

 

Μετά πολλῆς τῆς ἐν Κυρίῳ ἀγάπης

 

† Ο Κύπρου Χρυσόστομος  
Εμφανίσεις: 67181
Γίνετε ενεργά η πηγή του Romfea.gr! Στείλτε ειδήσεις και φωτογραφίες που πιστεύετε πως ενδιαφέρουν τους αναγνώστες στο [email protected]
FOLLOW ROMFEA:
top
Has no content to show!